Proverbs 28

1φεύγει ἀσεβὴς μηδενὸς διώκοντος, δίκαιος δὲ ὥσπερ λέων πέποιθεν. 2δι' ἁμαρτίας ἀσεβῶν κρίσεις ἐγείρονται, ἀνὴρ δὲ πανοῦργος κατασβέσει αὐτάς. 3ἀνδρεῖος ἐν ἀσεβείαις συκοφαντεῖ πτωχούς. ὥσπερ ὑετὸς λάβρος καὶ ἀνωφελής, 4οὕτως οἱ ἐγκαταλείποντες τὸν νόμον ἐγκωμιάζουσιν ἀσέβειαν, οἱ δὲ ἀγαπῶντες τὸν νόμον περιβάλλουσιν ἑαυτοῖς τεῖχος. 5ἄνδρες κακοὶ οὐ νοήσουσιν κρίμα, οἱ δὲ ζητοῦντες τὸν κύριον συνήσουσιν ἐν παντί. 6κρείσσων πτωχὸς πορευόμενος ἐν ἀληθείᾳ πλουσίου ψευδοῦς. 7φυλάσσει νόμον υἱὸς συνετός· ὃς δὲ ποιμαίνει ἀσωτίαν, ἀτιμάζει πατέρα. 8 πληθύνων τὸν πλοῦτον αὐτοῦ μετὰ τόκων καὶ πλεονασμῶν τῷ ἐλεῶντι πτωχοὺς συνάγει αὐτόν. 9 ἐκκλίνων τὸ οὖς αὐτοῦ τοῦ μὴ εἰσακοῦσαι νόμου καὶ αὐτὸς τὴν προσευχὴν αὐτοῦ ἐβδέλυκται. 10ὃς πλανᾷ εὐθεῖς ἐν ὁδῷ κακῇ, εἰς διαφθορὰν αὐτὸς ἐμπεσεῖται· οἱ δὲ ἄνομοι διελεύσονται ἀγαθὰ καὶ οὐκ εἰσελεύσονται εἰς αὐτά. 11σοφὸς παρ' ἑαυτῷ ἀνὴρ πλούσιος, πένης δὲ νοήμων καταγνώσεται αὐτοῦ. 12διὰ βοήθειαν δικαίων πολλὴ γίνεται δόξα, ἐν δὲ τόποις ἀσεβῶν ἁλίσκονται ἄνθρωποι. 13 ἐπικαλύπτων ἀσέβειαν ἑαυτοῦ οὐκ εὐοδωθήσεται, δὲ ἐξηγούμενος ἐλέγχους ἀγαπηθήσεται. 14μακάριος ἀνήρ, ὃς καταπτήσσει πάντα δι' εὐλάβειαν, δὲ σκληρὸς τὴν καρδίαν ἐμπεσεῖται κακοῖς. 15λέων πεινῶν καὶ λύκος διψῶν ὃς τυραννεῖ πτωχὸς ὢν ἔθνους πενιχροῦ. 16βασιλεὺς ἐνδεὴς προσόδων μέγας συκοφάντης, δὲ μισῶν ἀδικίαν μακρὸν χρόνον ζήσεται. 17ἄνδρα τὸν ἐν αἰτίᾳ φόνου ἐγγυώμενος φυγὰς ἔσται καὶ οὐκ ἐν ἀσφαλείᾳ. παιδευε υιον και αγαπησει σε και δωσει κοσμον τη ση ψυχη ου μη υπακουσης εθνει παρανομω 18 πορευόμενος δικαίως βεβοήθηται, δὲ σκολιαῖς ὁδοῖς πορευόμενος ἐμπλακήσεται. 19 ἐργαζόμενος τὴν ἑαυτοῦ γῆν πλησθήσεται ἄρτων, δὲ διώκων σχολὴν πλησθήσεται πενίας. 20ἀνὴρ ἀξιόπιστος πολλὰ εὐλογηθήσεται, δὲ κακὸς οὐκ ἀτιμώρητος ἔσται. 21ὃς οὐκ αἰσχύνεται πρόσωπα δικαίων, οὐκ ἀγαθός· τοιοῦτος ψωμοῦ ἄρτου ἀποδώσεται ἄνδρα. 22σπεύδει πλουτεῖν ἀνὴρ βάσκανος καὶ οὐκ οἶδεν ὅτι ἐλεήμων κρατήσει αὐτοῦ. 23 ἐλέγχων ἀνθρώπου ὁδοὺς χάριτας ἕξει μᾶλλον τοῦ γλωσσοχαριτοῦντος. 24ὃς ἀποβάλλεται πατέρα μητέρα καὶ δοκεῖ μὴ ἁμαρτάνειν, οὗτος κοινωνός ἐστιν ἀνδρὸς ἀσεβοῦς. 25ἄπληστος ἀνὴρ κρίνει εἰκῇ· ὃς δὲ πέποιθεν ἐπὶ κύριον, ἐν ἐπιμελείᾳ ἔσται. 26ὃς πέποιθεν θρασείᾳ καρδίᾳ, τοιοῦτος ἄφρων· ὃς δὲ πορεύεται σοφίᾳ, σωθήσεται. 27ὃς δίδωσιν πτωχοῖς, οὐκ ἐνδεηθήσεται· ὃς δὲ ἀποστρέφει τὸν ὀφθαλμὸν αὐτοῦ, ἐν πολλῇ απορια ἔσται. 28ἐν τόποις ἀσεβῶν στένουσι δίκαιοι, ἐν δὲ τῇ ἐκείνων ἀπωλείᾳ πληθυνθήσονται δίκαιοι.
Copyright information for LXX